Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.472 Joseph. BJ 2.478 (English) >>Joseph. BJ 2.484

2.476 δὲ διελθὼν πᾶσαν τὴν γενεὰν καὶ περίοπτος ἐπιστὰς τοῖς σώμασιν τήν τε δεξιὰν ἀνατείνας, ὡς μηδένα λαθεῖν, ὅλον εἰς τὴν ἑαυτοῦ σφαγὴν ἐβάπτισεν τὸ ξίφος, ἄξιος μὲν ἐλέους νεανίας διʼ ἀλκὴν σώματος καὶ ψυχῆς παράστημα, τῆς δὲ πρὸς ἀλλοφύλους πίστεως ἕνεκεν ἀκολούθοις πάθεσι χρησάμενος.

-- --

2.477

Πρὸς δὲ τὴν ἐν Σκυθοπόλει φθορὰν αἱ λοιπαὶ πόλεις ἐπανίσταντο τοῖς καθʼ ἑαυτὴν Ἰουδαίοις ἑκάστη, καὶ πεντακοσίους μὲν ἐπὶ δισχιλίοις Ἀσκαλωνῖται, Πτολεμαεῖς δὲ δισχιλίους ἀνεῖλον ἔδησάν τʼ οὐκ ὀλίγους. 2.478καὶ Τύριοι συχνοὺς μὲν διεχειρίσαντο, πλείστους δʼ αὐτῶν δεσμώτας ἐφρούρουν, Ἱππηνοί τε καὶ Γαδαρεῖς ὁμοίως τοὺς μὲν θρασυτέρους ἀπεσκευάσαντο, τοὺς δὲ φοβεροὺς διὰ φυλακῆς εἶχον, αἵ τε λοιπαὶ πόλεις τῆς Συρίας, ὅπως ἑκάστη πρὸς τὸ Ἰουδαϊκὸν μίσους δέους εἶχον. 2.479μόνοι δὲ Ἀντιοχεῖς καὶ Σιδώνιοι καὶ Ἀπαμεῖς ἐφείσαντο τῶν μετοικούντων καὶ οὔτε ἀνελεῖν τινας Ἰουδαίων ὑπέμειναν οὔτε δῆσαι, τάχα μὲν καὶ διὰ τὸ σφέτερον πλῆθος ὑπερορῶντες αὐτῶν πρὸς τὰ κινήματα, τὸ πλέον δὲ ἔμοιγε δοκεῖν οἴκτῳ πρὸς οὓς οὐδὲν ἑώρων νεωτερίζοντας. 2.480Γερασηνοί τε οὔτε εἰς τοὺς ἐμμείναντας ἐπλημμέλησαν καὶ τοὺς ἐξελθεῖν ἐθελήσαντας προέπεμψαν μέχρι τῶν ὅρων. 2.481

Συνέστη δὲ καὶ κατὰ τὴν Ἀγρίππα βασιλείαν ἐπιβουλὴ κατὰ Ἰουδαίων. αὐτὸς γὰρ ἐπεπόρευτο πρὸς Κέστιον Γάλλον εἰς Ἀντιόχειαν, καταλέλειπτο δὲ διοικεῖν τὰ πράγματα τούτου τῶν ἑταίρων τις τοὔνομα Νόαρος, Σοαίμῳ τῷ βασιλεῖ προσήκων κατὰ γένος.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.472 Joseph. BJ 2.478 (English) >>Joseph. BJ 2.484

Powered by PhiloLogic